Ancient Greek
492.1
Gregorius Nyssenus Theol., Contra Eunomium 492.1
Unproofread scanNot analysed yet
τέχνης λογικῆς τεχνουργία; Πρὸς ἣν τις ἀντιβλέψει τῶν ἀμήτων τῆς ἀπορρήτου παιδεύσεως; Ἄλλὰ σεμνὸς ἡμῖν ἐν ταῖς περὶ τῆς ἐπινοίας διαστολαῖς αὐτὸ διακωμῳδεῖ τῆς ἐπινοίας τὸ ὄνομα. Τῶν γὰρ οὕτω κατ’ ἐπινοίας λεγομένων, φησὶ, τὰ μὲν κατὰ τὴν προφορὰν μόνον ἔχει τὴν ὑπαρξιν, ὡς τὰ μηδὲν σημαίνοντα· τὰ δὲ κατ’ ἰδίαν διάνοιαν· καὶ τούτων τὰ μὲν, κατὰ αὔξησιν, ὡς ἐπὶ τῶν κολοσσαίων· τὰ δὲ κατὰ μείωσιν, ὡς ἐπὶ τῶν πυγμαίων· τὰ δὲ κατὰ πρόσθεσιν ὡς ἐπὶ τῶν πολυκεφάλων, ἢ κατὰ σύνθεσιν, ὡς ἐπὶ τῶν μεθοδίων. Ὅρᾷς εἰς τί τὴν ἐπίνοιαν ἡμῖν ὁ σοφὸς διακερματίσας πειρατέρω τὴν δύναμιν αὐτῆς προελθεῖν οὐκ ἠξίωσεν; δοσιμάντον εἶναι φησι τὴν ἐπίνοιαν, ἀδιανόητον, ἢ παρὰ φύσιν σοφιζομένην ἢ διακολοδοῦσαν, ἢ ὑπερτείνουσαν τὰ ὡρισμένα μέτρα τῆς φύσεως, ἢ ἐξ ἐτεροφυῶν συντιθεῖσαν, ἢ τεραπομενὴν ταῖς ἀλλοκότοις προσθήκαις. Ἐν τούτοις καταπαίζας τοῦ τῆς ἐπινοίας ὀνόματος, ἀχρηστον αὐτὴν καὶ ἀνόητον τῷ βίῳ τὸ κατ’ αὐτὸν ἀποδεικνύσιν. Πόθεν οὖν τῶν μαθημάτων τὰ ὑψηλότερα; Πόθεν ἡ γεωμετρία, καὶ ἡ ἀριθμητικὴ φιλοσοφία, καὶ τῶν λογικῶν τε καὶ φυσικῶν θεωρημάτων ἡ διδασκαλία, αἱ δὲ τῶν μηχανημάτων εὐράσεις; Καὶ τὰ διὰ χαλκοῦ τε καὶ ὕδατος ἐν ὡροσκοπίοις θαύματα; Αὕτη ἡ περὶ τοῦ ὄντος φιλοσοφία, καὶ ἡ τῶν νοητῶν θεωρία, καὶ συλληθὴν φάναι, πᾶσα τε ἡ περὶ τὰ μεγάλα τε καὶ ὑψηλὰ τῆς ψυχῆς ἀσχολία; Τί δὲ ἡ γεωργία; Τί δὲ ἡ ναυτιλία; Τί δὲ ἡ λοιπὴ κατὰ τὸν βίον ἡμῶν οἰκονομία; Πόθεν βάσιμος τῷ ἀνθρώπῳ ἡ θάλασσα; Πῶς δεδούλωται τῷ χειρισμῷ τὸ ἐναέριον; Πῶς τιθασεύεται τὸ ἀήμερον; Πῶς δαμάζεται τὸ φοβερότερον; Πῶς οὐκ ἀρνηᾶζει τὸ ἰσχυρότερον; Ἀρ’ οὐ δι’ ἐπινοίας ἐφευρεθῆ ταῦτα πάντα τῇ ἀνθρωπίνῃ ζωῇ; Ἔστι γὰρ κατὰ τὸν ἐμὸν λόγον ἐπίνοια ἔκδοσις εὐρετικὴ τῶν ἀγνοουμένων, διὰ τῶν προσηκόντων τε καὶ ἀκολούθων τῇ πρώτῃ περὶ τὸ σπουδαζόμενον νοήσει, τὰ ἐφεξῆς ἐξευρίσκουσα. Νοήσαντες γὰρ τι περὶ τοῦ ζητουμένου τῇ ἀρχῇ τοῦ ληφθέντος, διὰ τῶν ἐφευρισκομένων νοημάτων συναρμόζοντες τὸ ἀκόλουθον, εἰς τὸ πέρας τῶν σπουδαζομένων τὴν ἐγχείρησιν ἄγομεν.