Ancient Greek
492.2
Gregorius Nyssenus Theol., Contra Eunomium 492.2
Unproofread scanNot analysed yet
Καὶ τί μοι τὰ μειῶ καὶ ὑψηλότερα τῶν τῆς ἐπινοίας κατορθωμάτων ἀριθμεῖσθαι; Ἔξεστι γὰρ τῷ μὴ φιλονεικῶς ἔχοντι πρὸς τὴν ἀλήθειαν κατιδεῖν, ὅτι καὶ τὰ ἄλλα πάντα ὅσα βιωφελῆ τε καὶ χρήσιμα τῇ ζωῇ τῶν ἀνθρώπων ὁ χρόνος ἐφεῦρεν, οὐχ ἑτέρως, ἀλλὰ διὰ τῆς ἐπινοίας ἐξηργήται. Καὶ μοι δοκεῖ πάντων τῶν κατὰ τὴν ζωὴν ταύτην ἐνεργουμένων ἐν ἡμῖν ἀγαθῶν τῶν ταῖς ψυχαῖς ἡμῶν παρὰ τῆς θείας προμηθείας ἐνυπαρχόντων, τὴν ἐπίνοιαν τις προτιμοτέραν χρήν, μὴ ἂν τῆς πρεπούσης χρήσεως διαψευσθῆναι. Λέγω δὲ ταῦτα παρὰ τοῦ Ἰὼβ διδαχθείς, ἐν ᾧς ὁ Θεὸς τῷ λόγῳ πεποιήται, διὰ λαίλαπος καὶ νεφῶν, τῷ θεράποντι χρηματίζων· τὰ τε ἄλλα λέγων ὅσα Θεὸ πρέπον ἦν λέγειν, καὶ ὅτι αὐτὸς εἴη ὁ ταῖς τέχναις ἐπιστήσας τὸν ἄνθρωπον, καὶ γυναῖκὶ χαρι-