Ancient Greek · ~1 min
Περὶ συλλογισμοῦ.
Hermogenes, Περὶ τῶν στάσεων 1-11
Not analysed yet
Ὁ συλλογισμὸς διαιρεῖται προβολῇ πράγματος, τῷ ῥητῷ, τῷ συλλογισμιῷ, ὅρῳ, γνώμῃ νομοθέτου, πηλικότητι, εἶτα ὅρῳ βιαίῳ, τῷ πρός τι, ἀντιθέσει ἔστιν ὅτε, ἥτις εἰ ἐμπέσοι, εὑρεθήσεται καὶ μετάληψις, ᾗ ἕπεται πάντως ἡ ἀντίληψις, εἶτα ποιότητι καὶ γνώμῃ· καὶ ὅλως πλὴν τῆς ἐναλλαγῆς τῶν πρώτων κεφαλαίων ὁ συλλογισμὸς κατὰ τὸν ὅρον διαιρεῖται.