Ancient Greek
Περὶ συλλογισμοῦ.
Hermogenes, Περὶ τῶν στάσεων 2-10
Not analysed yet
Ἐπὶ δὲ τοῦ παραδείγματος ἔσται φανερώτερον, οἷον ὀνομαστὶ κωμῳδεῖν ὁ νόμος ἐκώλυσεν, αὐτοπροσώπους εἰσάγων τις τοὺς κωμῳδουμένους ὑπάγεται τῷ νόμῳ ὡς ὀνομαστὶ κωμῳδῶν. —προβολὴ τοῦ πράγματος ῾παρὰ τὸν νόμον κωμῳδεῖς τοὺς πολίταςʼ. —Τὸ ῥητὸν ῾καὶ μὴν οὐκ ὠνόμασα οὐδένα· τοῦτο γάρ ἐστι τὸ κωλυόμενονʼ. —συλλογισμός, εἰ μηδὲν διαφέρει τοῦτο ἐκείνου. —Ὁ ὅρος, ὅτι πλεῖστον διαφέρει. —Ἡ γνώμη τοῦ νομοθέτου κοινή, τί βουλόμενος ἐκώλυσε τοῦτο ὁ νομοθέτης· ὁ μὲν διώκων ἐρεῖ ὅτι ῾ἀνελεῖν βουλόμενος τὸ ἁπλῶς καὶ ἀνευθύνως διαβάλλειν ὁντινασῦν τῶν πολιτῶν, ἐφʼ ὅτῳ ἂν οὗτοι ἐθέλωσιν ἐγκλήματιʼ, ὁ δʼ αὖ φεύγων ῾οὐ διὰ τοῦτοʼ ἔρεῖ, ῾ἀλλʼ ἐπιστρέφεσθαι μὲν αὐτοὺς διὰ τῆς κωμῳδίας ἐβούλετο, οὔκουν ἀνεῖλε παντάπασι τὴν κωμῳδίαν· ὑπομνήματα δὲ τοῖς μετὰ ταῦτα γενησομένοις ἢ τοῖς τότε οὖσιν ἀνθρώποις λοιδορίαν περιέχοντα τῶν πολιτῶν τινος οὐκ ἐβούλετο εἶναι. μὴ ὄντων δὲ τῶν ὀνομάτων ἡ μὲν ἐπιστροφὴ γίνεται διὰ τῶν προσώπων, ἡ δὲ εἰς τὸν μετὰ ταῦτα χρόνον μνήμη περιῄρηται καὶ ἡ πρὸς τοὺς ἄλλους ἀνθρώπους διαβολή᾿ . —Ἡ πηλικότης ὡς ἐν τῷ ὅρῳ, ὅτι μέγα τὸ γινόμενον. —Ὁ δὲ βίαιος ὅρος, εἰ καὶ ὀνομαστὶ κωμιῳδεῖν τοῦτό ἐστι. —Τὸ πρός τι καὶ τὰ ἐξῆς πάντα καθάπερ καὶ ἐν τῷ ὅρῳ ἐξετασθήσεται.