Ancient Greek
Περὶ ἀκτινομίας.
Hermogenes, Περὶ τῶν στάσεων 5-7
Not analysed yet
Ἡ δὲ ἀντίθεσις διπλῆ παρʼ ἀμφοῖν, οἷον ῾ἀλλὰ ἀποκήρυκτος εἶʼ, καὶ καταδρομὴ ἐνταῦθα τοπική· ὃ δὲ ῾ἀλλʼ ἐπέμεινα τῇ νηίʼ, καὶ ἔστιν οἷον ἀντιστατικόν τι ἐνταῦθα καὶ ἔκφρασις τῶν περὶ τὸν χειμῶνα. —Ἡ μετάληψις πάλιν διπλῆ· ὁ μὲν γὰρ ἀποκήρυκτος ἐρεῖ ὅτι ῾οὐ δικαίως ἂν εἰργοίμην τῆς νεώς, εἰ καὶ τοιοῦτος εἴην· οὐ γὰρ νῦν καιρὸς ταῦτα κατηγορεῖνʼ, ὃ δὲ ῾ἐφʼ ἑτέροις ἔδει ἀνδρίζεσθαι καὶ μὴ ἐπὶ τούτοιςʹ. —Τὸ πρός τι, πότερον φυλάξαι βέλτιον τῶν νόμων, εἰ ἐγχωροίη λέγειν, ὅτι ὃ μὲν παλαιός, ὃ δὲ νέος, καὶ ὃ μὲν ὑπὸ Σόλωνος τεθείς, ἂν οὕτω τύχῃ, δὲ ὑπὸ τοῦδε, καὶ ὃ μὲν κοινός, ὃ δὲ ἴδιος, καὶ ὃ μὲν περὶ τὰ μέγιστα ἔχων, ὃ δὲ περὶ τὰ μικρά, καὶ ὅτι τούτου μὲν λυθέντος μεγάλα ἡ πόλις βλαβήσεται, θάτερος δʼ εἰ λυθείη, βραχέα ἢ οὐδέν. —Ἐπὶ τούτοις ἐστὶ καὶ τὸ ἴδιον μᾶλλον ἀντινομίας κεφάλαιον, πότερον τὸ περιέχον αὶ πότερον τὸ περιεχόμενον, οἷον ποτέρου γενομένου οὐδέτερος ἀναιρεθήσεται τῶν νόμων. κἀνταῦθα μὲν χαλεπῶς φανεῖται ἡ φύσις τοῦ κεφαλαίου, ἐπὶ δὲ τοῦ ζητήματος τοῦδε σαφέστερον ἔσται· δύο τις κατὰ ταὐτὸν ἐβιάσατο κόρας, καὶ ἣ μὲν γάμον, ἣ δὲ θάνατον αἱρεῖται τοῦ βιασαμένου· ἡ γὰρ ἀξιοῦσα αὐτὸν τεθνάναι ἐρεῖ, ὅτι ἀμφοτέραις δώσει δίκην, εἰ τεθναίη, εἰ δὲ δὴ γήμῃ τὴν ἑτέραν, θάτερον μέρος ἄκυρον ἔσται τοῦ νόμου. —Ὁ βίαιος ὅρος ῾εἰ μηδὲ τοῦ πατρός ἐστιν ἡ ναῦς, τοῦ δὲ κλύδωνοςʼ ἢ ῾εἰ μηδὲ τοῦ πατρός, ἀλλʼ οὐδʼ ἑτέρου τινός᾿ . —θέσις δὲ καὶ τὰ ἑξῆς, εἰ ἐμπίπτοι, ἐξετασθήσεται ὡς ἐν ταῖς ἀντιθετικαῖς.