Ancient Greek
Περὶ συλλογισμοῦ.
Hermogenes, Περὶ τῶν στάσεων 3-8
Not analysed yet
Πλείονα δὲ εἴδη ἔστι συλλογισμῶν, ἃ δὴ πάντα ὁμοίως διαιρήσεις· ὅμωωος μέντοι ἐκκείσθω αὐτῶν παραδείγματα. γίνονται γὰρ ἤτοι ἀπὸ τοῦ ἴσου ὡς ὁ προειρημένος, ἢ ἀπὸ τοῦ μείζονος, οἷον ἐξῆν ἀποκτιννύναι τοὺς κατιόντας φυγάδας, μαστίξας τινὰ κατιόντα τις φεύγει παρανόμου τιμωρίας· ὁ γὰρ τὸ μεῖζον’, φησί, δοὺς καὶ τὸ ἔλαττον ἔδωκεν᾿ . ἢ ἀπὸ τοῦ ἐναντίου, οἷον τῷ ἀριστεῖ γέρας εἶναι, λιπόντα τινὰ τὴν τάξιν ἀπέκτεινεν ὁ στρατηγὸς καὶ φεύγει φόνου· οὐ γὰρ ἀπλῶς τῷ ἀντεγκλήματι ἀλλὰ μετὰ τῶν προειρημένων χρήσεται. ἢ ἀπὸ τοῦ ἐλάττονος κατὰ τὸ ἐξ αὐτοῦ ἀποβαῖνον, οἷον ἔξεστι στίζειν τοὺς μοιχούς, στίζων τις ἀπέκτεινε καὶ φόνου φεύγει· ῾ὁ γὰρ τὸ πρότερονʼ, φησί, δοὺς καὶ τὸ ἐξ αὐτοῦ ἀποβαῖνον ἔδωκεν᾿ .