Ancient Greek · ~6 min
ΔΙΑΙΡΕΣΙΣ ΤΩΝ ΣΤΑΣΕΩΝ.
Hermogenes, Περὶ τῶν στάσεων 9-2
Not analysed yet
Ἡ πιθανὴ ἀπολογία ἀναστρέφουσά ἐστι πρὸς τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους· οἷς γὰρ ὁ ἕτερος χρήσεται ὡς σημείοις τοῦ εἶναί τι, τούτοις ὁ ἕτερος ὡς σημείοις χρήσεται τοῦ μὴ εἶναί τι, οἷον ῾ὅπου ἀφορᾷς καὶ δακρύεις, τυραννήσειςʼ· ῾καὶ μὴν εἰ ἔμελλον τυραννεῖν, οὐκ ἂν ἀφεώρων, ὥστε εἶναι καταφανήςʼ. ─Τὸ δὲ κεφάλαιον τοῦτο ἔστιν ὅτε ἐκλείπει· καὶ ἐκλείπει γε, ὅταν τὰ σημεῖα, ἀφʼ ὧν ἡ κρίσις, ἀναγκαίως ἑπόμενα ᾖ τῷ πράγματι, ἐφʼ ᾧ ἡ κρίσις, οἷον τῷ ἐπιτιθεμένῳ τυραννίδι ἀναγκαῖον ὅπλα παρασκευάσασθαι. σκέψαι τοίνυν· σκηπτοῦ κατενεχθέντος εἰς τὴν Περικλέους οἰκίαν εὕρηνται χίλιαι πανοπλίαι, καὶ φεύγει τυραννίδος ἐπιθέσεως· οὐ δύναται εἰπεῖν ἐνταῦθα τὸ ῾εἰ ἔμελλον τυραννεῖν, οὐκ ἂν ὅπλα παρεσκευασάμηνʼ. ἐν τοῖς τοιούτοις τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους ὁ κατήγορος καὶ ὁριστικῶς ἐξετάσει ἔστιν ὅτε, ὡς ἐπὶ τοῦ καλλωπιζομένου μειρακίου καὶ πορνείας φεύγοντος· αὐτὸ γὰρ τὸ καλλωπίζεσθαι καθʼ ἑαυτὸ πορνείαν ἐρεῖ ὁ κατήγορος βιαίως. ἡ μέντοι πιθανὴ ἀπολογία κἀνταῦθα ἐκλέλοιπεν, ἀντεισενεκτέον δὲ εἰς τὸ κατʼ αὐτὴν κεφάλαιον τὸ ῾μὴ ἀντιστρέφειν τὸ πρᾶγμαʼ· τούτῳ γὰρ ἔστι καὶ μόνῳ ἴσχυρίζεσθαι ἐνταῦθα οἷον ῾οἱ μὲν μέλλοντες τυραννεῖν ὅπλα παρασκευάζονται, οὐ μὴν οἵ γε παρασκευαζόμενοι καὶ τυραννίδι ἐπιτίθενται· ἔστι γὰρ καὶ ἄλλου τινὸς ἕνεκα παρασκευάσασθαι ὅπλαʼ, καὶ πάλιν ῾οἱ μὲν πορνεύοντες καλλωπίζονται, οὐ μὴν οἵ γε καλλωπιζόμενοι πάντως καὶ πορνεύουσιν· ἔστι γὰρ καὶ διʼ ἄλλο τι καλλωπίζεσθαιʼ, καὶ ἐρεῖ δηλαδή, ὅσα κἀν τῇ μεταθέσει τῆς αἰτίας.