Ancient Greek
ΔΙΑΙΡΕΣΙΣ ΤΩΝ ΣΤΑΣΕΩΝ.
Hermogenes, Περὶ τῶν στάσεων 4-3
Not analysed yet
Ἡ βούλησις καὶ ἡ δύναμις ἀπὸ τῶν παρακολουθούντων τῷ προσώπῳ γίνεται, δηλονότι τῶν ἐγκωμιαστικῶν· καὶ ὅτε μὲν εἴη τὸ πρόσωπον ὡρισμένον, πάντα σχεδὸν ἐμπεσεῖται, εἰ δέ τι τῶν ἄλλων, κατὰ τὰ εὑρισκόμενα χρησόμεθα, οἷον νέος πλούσιος· ἔχεις γὰρ ἐνταῦθα ἡλικίαν καὶ τύχην ἐξετάσαι καὶ τὰ παρακολουθοῦντα τούτοις. τὰ δὲ ἐγκωμιαστικὰ δηλονότι ἐστὶ τάδε· γένος, ἀγωγή, παίδευσις, ἡλικία, φύσις ψυχῆς καὶ σώματος, ἐπιτηδεύματα, πράξεις, ὃ καὶ ἰσχυρότατον κεφάλαιον, τύχη οἷον πλούσιος ἢ πένης καὶ τὰ τοιαῦτα. ταῦτα δὲ ἐπʼ ἀμφοῖν μὲν ἰσχύει ἀφʼ ἑκατέρου μέρους ἐξεταζόμενα, καὶ ἐπὶ τῆς βουλήσεως καὶ ἐπὶ τῆς δυνάμεως, μιᾶλλον δὲ τινὰ ἐν τῷ ἑτέρῳ· ὥσπερ γὰρ τὰ τῆς τύχης οἰκειότερά ἐστι τῆς δυνάμεως, οὕτω καὶ τὰ τῆς ἡλικίας τῆς βουλήσεως. ὁρῶντα οὖν ταῦτα δεῖ πλεονάζειν, ἔνθα ἂν μᾶλλον οἰκειούμενόν τι αὐτῶν φαίνηται. —Βούλησιν δὲ καὶ δύναμιν ἐξετάζειν οὐχὶ τῶν κρινομένων μόνον προσώπων δεῖ, ἀλλʼ ὅσαπερ ἂν ἔχῃ τὸ πρόβλημα· αὐτίκα τὸν τοὺς ἀποκηρύκτους τρέφοντα νέον πλούσιον καὶ φεύγοντα τυραννίδος ἐπιθέσεως ὁ κρίνων μάλιστα ἰσχύει τῆς ποιότητος τῶν ἀποκηρύκτων ἐξεταζομένης. διὸ δεῖ σκοπεῖν ἐν ἅπασι τοῖς στοχασμοῖς περὶ πάντων τῶν προσώπων, ἃ ἐπιδέχεται κρίσιν.