Ancient Greek · ~8 min
Περὶ ἀντιλήψεως.
Hermogenes, Περὶ τῶν στάσεων 4-5
Not analysed yet
Τῶν οὖν ἁπλῶν ἣ μὲν ἀπ᾿ αὐτοῦ τοῦ πεπραγμένου τὴν κρίσιν ἔχει, οἷον Ἀλκιβιάδης μετὰ τὰ κατὰ Κύζικον κατελθών, εἶτα ἔχων ἐν ἐκπώμασι τὰ περὶ Σικελίαν φεύγει δημοσίων ἀδικημάτων· αὕτη τοῖς προειρημένοις μόνοις κεφαλαίοις τέμνεται κατὰ τὰ ἐμπίπτοντα. —Ἣ δὲ ἀπʼ αὐτοῦ τε τοῦ πεπραγμένου καί τινος ἐπισυμβεβηκότος ἑτέρου τὴν κρίσιν ἔχει, ὡς ἐπὶ τοῦ ζωγράφου τοῦ τὰ ναυάγια γράψαντος καί, ἐπεὶ μὴ καταίρουσί τινες, κρινομένου· καὶ αὖ ἐπὶ τοῦδε· μετὰ Χαιρώνειαν ἔπεμψε Φίλιππος διδοὺς αἵρεσιν ἢ τοὺς δισχιλίους αἰχμαλώτους λαμβάνειν ἢ τοὺς χιλίους νεκρούς, ἔπεισε Δημοσθένης τοὺς χιλίους ἑλέσθαι νεκροὺς καὶ ἀποκτείναντος Φιλίππου τοὺς αἰχμαλώτους δημοσίων ἀδικημάτων φεύγει. —Ἐν τοίνυν ταῖς τοιαύταις ἀντιλήψεσιν ἴδιον κεφάλαιον παρὰ τὰ προειρημένα ἐστὶ τὸ παραγραφικόν, δυνάμενον καὶ πρὸ τῶν ἄλλων κεφαλαίων τίθεσθαι καὶ μεταξὺ δὲ αὐτῶν καὶ ὅλως ὃν ἂν τρόπον λυσιτελῇ· ἔστι δὲ τόδε ῾ἐπὶ τίσι με κρίνεις; εἰ μὲν ἐπὶ τοῖς ὕστερον πραχθεῖσιν, οὐ δεῖ, ἐφʼ οἷς ἄλλοι ποιοῦσιν, ἕτερον εὐθύνεσθαι, οὐδ᾿ εἰ προσήκοντες εἶεν γένει, μήτι γε δὴ πολέμιοι καὶ μηδὲν προσήκοντες· εἰ δέ, ἐφʼ οἷς ἐξ ἀρχῆς συνεβούλευσα ἢ ἔπραξα, τότε ἔδει ἀντιλέγειν ἢ εἴργειν. καὶ εἰ μὲν ἀντειπὼν ἡττήθης, βιάζῃ νῦν καὶ οὐκ ἐμοῦ μόνον ἀλλὰ καὶ τῶν ψηφισαμένων ἢ καὶ μὴ κωλυσάντων κατηγορεῖς· εἰ δὲ οὐκ ἀντεῖπες ἢ οὐκ ἐκώλυσας, ἤτοι ἔχων τι βέλτιον εἰπεῖν ἢ πρᾶξαι παρῆκας τοῦτο τότε καὶ δύσνους ὢν ἐξελέγχῃ τοῖς κοινοῖς, ἢ οὐδὲν εἶχες ἀντιλέγειν καὶ τῆς αὐτῆς ἀγνοίας ὑπεύθυνος εἶ ὁμοίως ἐμοὶ τῶν ὕστερον ἀποβεβηκότων καὶ ἃ μηδενὸς προσδοκήσαντος γέγονε, καὶ ἄξιος εἶ δίκην ὑπέχειν, εἰ δὴ κἀμὲ ἀξιοῖς᾿ . —Ἔτι ἐν ταῖς τοιαύταις ἀντιλήψεσι πρὸ τοῦ ἀντιθετικοῦ τοῦ ἐμπίπτοντος συγγνωμονικῷ πάντως χρηστέον κεφαλαίῳ, οἷον ‘οὐδεὶς οἶδε τὸ μέλλον· οὐκοῦν οὐδὲ ἐγὼ ἀγνοήσας ὑπεύθυνός εἰμι’ . μεταχειριεῖται δὲ αὐτό, ὡς προσήκει, ὁ καὶ τῆς ὅλης τέχνης τῆς ῥητορικῆς ἐπιστήμων· οὐ γὰρ ἱκανὸν τὸ διελεῖν μόνον εἰδέναι, ὅπερ καὶ μόνον τουτὶ τὸ βιβλίον ἐπαγγέλλεται, ἀλλὰ καὶ τὸ εἰδέναι μεταχειρίζεσθαι. Καὶ περὶ μὲν ἁπλῶν ἀντιλήψεων ταῦτα.