Ancient Greek · ~4 min
ΔΙΑΙΡΕΣΙΣ ΤΩΝ ΣΤΑΣΕΩΝ.
Hermogenes, Περὶ τῶν στάσεων 5-3
Not analysed yet
Τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους ἔστι μὲν ὡς ἐπὶ τὸ πλεῖστον τοῦ κατηγόρου, γίνεται δὲ καὶ αὔξεται, ἀφʼ ὧνπερ καὶ ἡ τῶν ἐλέγχων ἀπαίτησις· ἔστι δὲ τάδε· τίς, τί, ποῦ, πῶς, πότε, διὰ τί. —Κἂν μὲν ᾖ τοῦ κατηγόρου μόνου ταῦτα, τὰ ἑξῆς ἔσται κεφάλαια πάντα πλὴν τῆς μεταλήψεως τοῦ φεύγοντος, εἰ ἐγχωροίη πᾶσι χρῆσθαι. —Ἐὰν δὲ κοινὰ ᾖ τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους —εὑρίσκεται γάρ ποτε καὶ οὕτως ἔχων στοχασμός —,ἔσται καὶ τὰ λοιπὰ κεφάλαια κοινὰ ἀμφοῖν. παράδειγμα τοῦ κοινὰ ἔχοντος τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους· ἀπέκειτο κατά τινος γραφὴ τυραννίδος ἐπιθέσεως, ὁ ἀδελφὸς αὐτοῦ ἀριστεύσας ᾔτησεν εἰς τὸ γέρας ἀναίρεσιν τῆς γραφῆς καὶ ἔλαβεν, ἐτυράννησεν ἐκεῖνος, καὶ καθελὼν αὐτὸν οὗτος συνειδότος φεύγει· τῇ μὲν γὰρ ἀναιρέσει τῆς γραφῆς καὶ τοῖς περὶ ταῦτα ὁ κατήγορος χρήσεται, τῷ δὲ ἀπεκτονέναι καὶ τοῖς περὶ τοῦτο ὁ φεύγων, καὶ δεῖ ἀμφοτέρους λῦσαι τὰ ἀλλήλων. —Μόνου δὲ τοῦ φεύγοντος γενέσθαι τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους ἀδύνατον.