Ancient Greek
ΔΙΑΙΡΕΣΙΣ ΤΩΝ ΣΤΑΣΕΩΝ.
Hermogenes, Περὶ τῶν στάσεων 6-3
Not analysed yet
Ἡ ἀντίληψις οὐκ ἀεὶ ἐμπίπτει, ἀλλʼ ἐὰν μὲν ἀφʼ ὧν αὐτὸς πεποίηκε κρίνηταί τις, πάντως ἐμπεσεῖται καὶ ἡ ἀντίληψις, ἐὰν δὲ ἀφʼ ὧν ἄλλοι, οὐκέτι. ἔστι δὲ τοιοῦτον, οἷον ὅτι ῾ἔξεστι καὶ οὐ κεκώλυταιʼ. παράδειγμα αὐτοῦ· νέος πλούσιος πάντας τοὺς ἀποκηρύκτους τρέφει καὶ τυραννίδος ἐπιθέσεως φεύγει· ἐρεῖ γὰρ ὅτι ῾ἔξεστι τρέφειν, οὓς βούλεταί τιςʼ.