Ancient Greek
ΔΙΑΙΡΕΣΙΣ ΤΩΝ ΣΤΑΣΕΩΝ.
Hermogenes, Περὶ τῶν στάσεων 7-3
Not analysed yet
Ἡ μετάληψις ἀεὶ ἐναντία ἐστὶ τῇ ἀντιλήψει, οὐκ στοχασμῷ μόνον, ἀλλʼ ὅλως ἔνθα ἂν εὑρίσκηται· καὶ ἐὰν τὸ ἕτερον μέρος τῶν ἀντιδίκων ὁποτερῳοῦν τούτων χρήσηται, τῇ ἀντιλήψει λέγω ἢ τῇ μεταλήψει, τῷ ἑτέρῳ πάντως τὸ ἕτερον χρήσεται. —Γίγνεται δὲ ἡ μετάληψις κατά τε ἔνστασιν καὶ ἀντιπαράστασιν. καὶ ἡ μὲν ἔνστασις βίαιόν τί ἐστι —φήσει γὰρ μηδὲ ἐξεῖναι —· ἡ δὲ ἀντιπαράστασις κατασκευάζει, ὅτι, εἰ καὶ ἔξεστιν, ἀλλʼ οὐχ οὕτως οὐδὲ ἐπὶ τούτοις, οἷον μειράκιον καλλωπιζόμενον φεύγει πορνείας· βιάσεται ὁ διώκων μὴ ἐξεῖναι καλλωπίζεσθαι ἀνδράσιν, εἶτα ὅτι, εἰ καὶ ἔξεστιν, οὐχ οὕτως οὐδὲ ἐπὶ τούτοις. ποτέρῳ δὲ πρότερον χρηστέον, τῇ ἐνστάσει ἢ τῇ ἀντιπαραστάσει, οὐ ῥᾴδιον εἰπεῖν· ἄλλοτε γὰρ ἄλλην διὰ τὰς φύσεις τῶν πραγμάτων λαμβάνει τάξιν. δεῖ δὲ ὁρᾶν, μὴ σφόδρα ἀναιδὲς ἔν τισιν ᾖ τὸ ἐξ ἀρχῆς φάσκειν μὴ ἐξεῖναι, δεύτερον δὲ τιθέμενον μᾶλλον ἰσχύειν δύναται, καὶ ὡς ἂν ἡ χρεία μᾶλλον ἀπαιτῇ μεθοδεύειν.