Ancient Greek · ~7 min
ΔΙΑΙΡΕΣΙΣ ΤΩΝ ΣΤΑΣΕΩΝ.
Hermogenes, Περὶ τῶν στάσεων 8-3
Not analysed yet
Ἡ μετάθεσις τῆς αἰτίας πρὸς τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους γίγνεται· ἐκεῖνα δὲ ἤτοι ἐν λόγοις ἐστὶν ἢ ἐν ἔργοις ἢ ἐν πάθεσι. κἂν μὲν ἐν λόγοις ᾖ, κατὰ ῥητὸν καὶ διάνοιαν ἡ μετάθεσις τῆς αἰτίας εἰσάγεται, οἷον νέος πλούσιος νύκτωρ κωμάσας ἐπὶ τὸ δεσμωτήριον ἐβόησε ῾θαρρεῖτε, ὦ δεσμῶται· οὐκ εἰς μακρὰν λυθήσεσθεʼ καὶ φεύγει τυραννίδος ἐπιθέσεως· ἐνταῦθα γάρ, ὁμολογῶν εἰρηκέναι, τίνι διανοίᾳ εἶπε, σκοπεῖν ἀξιοῖ. ─Ἐὰν δὲ ἐν ἔργοις ᾖ τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους, ἡ μετάθεσις τῆς αἰτίας θετικῶς ἐξετάζεται, οἷον πεφώραταί τις ἐπʼ ἐρημίας θάπτων νεοσφαγὲς σῶμα καὶ φεύγει φόνου· θέσιν γὰρ περανεῖ, ἐρεῖ γὰρ ὅτι ῾καλὸν τὸ τοὺς ἀτάφους θάπτεινʼ. ─Ἐὰν δὲ ἐν πάθεσι, συγγνωμονικῶς ἡ μετάθεσις τῆς αἰτίας γίνεται, οἷον συνεχῶς εἰς τὴν ἀκρόπολιν νέος πλούσιος ἀφορῶν δακρύει καὶ φεύγει τυραννίδος ἐπιθέσεως· ῾ἐλεήσαςʼ γάρ φησι ῾τούς τυραννουμένους οὕτω διετέθην᾿ . Εἰδέναι δὲ δεῖ, ὅτι ταῦτα μὲν πάντα ἐν πᾶσι στοχασμοῖς εὑρίσκεται, πλεονάζει δὲ ἕκαστον ἐν τῷ οἰκείῳ. ─Ἔτι ἡ μετάθεσις τῆς αἰτίας, ἂν μὲν ἀφʼ ὧν ἕτεροι πεποιήκασιν ἡ κρίσις γίνηται, ἔσται καὶ πεπλανημένη καὶ ἐναντία πως ἑαυτῇ, οἷον τρισαριστέως εἰκόνα ἔστησαν οἱ πολέμιοι, καὶ φεύγει προδοσίας· ἐρεῖ γὰρ θαυμάζοντας αὐτὸν ἐκείνους στῆσαι ἢ προτρέποντας τοὺς παρʼ αὐτοῖς ἢ ἐξιλεουμένους αὐτὸν ἢ ἄλλως φθόνον κινῆσαι βουλομένους· ταῦτα γὰρ πάντα εἶναι ἀληθῆ οὐ δύναται· διό φαμεν καὶ πεπλανημένα δεῖν χρώματα ἐν τῷ τοιούτῳ στοχασμῷ εὑρίσκεσθαι. ἐὰν δὲ ἀφʼ ὧν αὐτὸς πεποίηκε κρίνηται τις, ἢ ἕν τι ἐρεῖ ἢ καὶ πλείονα, ἀλλʼ ἀκόλουθά γε ἀλλήλοις, οἷον νύκτωρ τις μεταιτῶν λῃστείας φεύγει· ἐρεῖ γὰρ διὰ τοῦτο νύκτωρ, ὅτι αἰσχύνεται, καὶ ὅτι οὐ βούλεται δυσοιώνιστος εἶναι μεθʼ ἡμέραν προσαιτῶν τοῖς ἐντυγχάνουσι, καὶ ὅτι μᾶλλον τηνικαῦτα διδόασιν οἱ ἄνθρωποι ἀνειμένοι ἤδη τῇ γνώμῃ, καὶ εἴ τι τοιοῦτον· ταῦτα γὰρ πολλὰ ὄντα οὐκ ἐναντιοῦνται ἀλλήλοις.