Ancient Greek · ~4 min
Α, Περὶ λαμπρότητος.
Hermogenes, Περὶ ἰδεῶν λόγου 1-7
Not analysed yet
9 Μετὰ τὸν περὶ σεμνότητός τε καὶ τραχύτητος λόγον ἔτι τε σφοδρότητος ἀναγκαῖον εἰπεῖν περὶ λαμπρότητος. τῶν γὰρ ποιουσῶν τὸ μέγεθός τε καὶ τὸ ἀξίωμα τῷ λόγῳ ἰδεῶν ἐν τοῖς μάλιστά ἐστιν ἡ λαμπρότης. τά τε ἄλλα γὰρ ἀναγκαία ἡ ἰδέα τῷ ἀξιωματικῷ λόγῳ καὶ ὅτι δεῖ τῷ σεμνῷ τε καὶ τραχεῖ καὶ σφοδρῷ προσεἰναί τι πάντως καὶ φαιδρότητος, ἵνα μὴ πάντῃ αὐστηρὸς ᾖ· φαιδρότητος δὲ οὐ τῆς ἐν ὡραισμῷ, ἣ δὴ γλυκύτητός τε καὶ ἀφελείας ἐστίν, οὐδὲ τῆς κατʼ ἐπιμέλειαν συνθήκης κάλλος ἐχούσης τι —καίπερ γὰρ ὄν κομμωτικὸν τὸ τοιοῦτο καὶ πλεονάζον παρὰ τῷ ῥήτορι ὅμως λεπτόν ἐστι καὶ οὐκ ἔχει δίαρμα οὐδὲ μέγεθος —,οὔκουν ταύτης δεῖ τῆς φαιδρότητος τῷ μεγέθει ὡς καθʼ αὐτό, ἀλλὰ τῆς ἀξιωματικῆς· ταύτην δὲ ποιεῖ ἡ λαμπρότης, περὶ ἧς ῥητέον. περὶ γὰρ τοῦ ἐναντίου εἴδους τῇ λαμπρότητι κἀν τῷ περὶ σφοδρότητος εἰρήκαμεν, ὅτι ἐστὶ τὸ κομματικὸν καὶ διαλεκτικὸν καὶ ὄντως ἀγωνιστικὸν εἶδος τοῦ λόγου καὶ ὅλως τὸ γοργόν.