Ancient Greek · ~2 min
6 to 7
Hermogenes, Περὶ ἰδεῶν λόγου 6-5-7
Not analysed yet
Περὶ δὲ συνθήκης σφοδρᾶς ἢ ἀναπαύσεως ἢ ῥυθμοῦ οὐδὲν δεῖ πάλιν διεξιέναι· δῆλα γὰρ τὰ τοιαῦτα πάντως μέν που καὶ ἀπὸ τῶν προειρημένων, οὐ μὴν ἀλλὰ κἀν τῷ περὶ τραχύτητος ἱκανῶς εἴρηται· τὰ αὐτὰ γὰρ περὶ τούτων κἀνταῦθα κἀκεῖ. Ἕπεται τῷ περὶ τραχύτητος καὶ σφοδρότητος ὁ περὶ λαμπρότητος λόγος, ἡ πάλιν ἀντίκειται τρόπον μέν τινα καὶ πᾶς ὁ κατὰ γοργότητα προιὼν λόγος, ἰδίως δὲ εἰπεῖν λαμπρότητι ἐναντίον ἐστὶ τὸ κομματικὸν καὶ διαλεκτικὸν καὶ ὅλως τὸ ἀγωνιστικὸν εἶδος τῶν λόγων. ἀλλὰ περί γε τῆς λαμπρότητος ἤδη λεκτέον.