Ancient Greek · ~5 min
Α, Περὶ περιβολῆς. ἐν ταὐτῷ καὶ περὶ μεστότητος.
Hermogenes, Περὶ ἰδεῶν λόγου 6-7
Not analysed yet
Σχήματα δὲ περιβλητικὰ πρῶτα μέν εἰσι καθόλου πάντα τὰ ἐφελκόμενα δευτέρας ἢ καὶ τρίτας ἐννοίας· πρὸς δὲ τούτοις ἕτερʼ ἄττα, περὶ ὧν καθʼ ἕκαστον ἐροῦμεν. καὶ πρῶτον μὲν περὶ τῶν οὐ δυναμένων στῆσαι τὰς ἐννοίας αὐτὰς ἐφʼ ἑαυτῶν, ὅπερ δὲ ἔφην ἐφελκομένων ἑτέρας ταῖς πρώταις λέξομεν. ἔστι τοίνυν ἣ τε ἀπαρίθμησις τοιαύτη, οἷον πρῶτον μὲν τόδε, δεύτερον δὲ τόδε᾿. τοῦτο δὲ καὶ εὐκρινείας καὶ ἀφελείας ἐστίν, εἰ σύνεγγυς λάβοι τὴν ἀνταπόδοσιν· τὸ γὰρ διὰ μακροῦ περιβλητικόν. εἰ δὲ καὶ ἐξ ἐπαναλήψεως γίνοιτο, ἕνεκα μὲν τῆς ἐπαναλήψεως εὐκρινῆ ποιεῖ τὸν λόγον, τὴν δὲ περιβολὴν διὰ τὸ διὰ μακροῦ ἀποδεδόσθαι πάντως ἔχει, οἶον «τπρῶτον μέν, ὦ Ἀθηναῖοι, ἵνα μηδεὶς ὑμῶν, ἐπειδάν τι λέγοντος ἀκούῃ μου, θαυμάζῃ»· εἶτα πολλὰ εἰπὼν ἐξ ἐπεμβολῆς ἐπανέλαβε πάλιν «τπρώτου μὲν τούτου καὶ μάλιστα, οὗπερ εἶπον, ἕνεκα ταῦτα διεξῆλθον», εἶθʼ οὕτως ἀπέδωκε τὸ ἀναγκαίως ἑπόμενον τῷ σχήματι, οἷον «δευτέρου δὲ τίνος» καὶ τὰ ἐξῆς. —τε οὖν ἀπαρίθμησίς ἐστι σχῆμα περιβλητικὸν καὶ τὰ ἐοικότα ταύτῃ, τό τε ἀπαριθμητικὸν λέγω, οἷον «τπρῶτον μέν, ὦ Ἀθηναῖοι, τοῖς θεοῖς εὔχομαι πᾶσι καὶ πάσαις, ὅσην εὔνοιαν »καὶ τὰ ἑξῆς, «ἔπειθʼ ὅπερ ἐστὶν ὑπὲρ ὑμῶνx», καὶ τὸ κατὰ προτίμησιν λεγόμενον, οἷον «μάλιστα μὲν εἵνεκα τοῦ νομίζειν συμφέρειν λελύσθαι τὸν νόμον, εἶτα καὶ τοῦ παιδὸς εἵνεκα τοῦ Χαβρίου».