Ancient Greek · ~3 min
Α, Περὶ περιβολῆς. ἐν ταὐτῷ καὶ περὶ μεστότητος.
Hermogenes, Περὶ ἰδεῶν λόγου 7-6
Not analysed yet
Ἐφέλκεται ἐννοίας καὶ τὰ καθʼ ὑπόθεσιν σχήματα, καὶ μάλιστα εἰ μετὰ μερισμοῦ τις ὑποτιθοῖτο, οἷον σεῖ μὲν γὰρ ἐνταῦθʼ ἦν ἤδη τὰ πράγματα, Αἰσχίνη, ὥστε μηδʼ αἰσθανομένοις τοῖς Θηβαίοις πλέον εἶναι μηδέν. τί οὐ γέγονεν;» εἶτʼ ἐξ ἀνάγκης ἐπηκολούθησε τὸ «εἰ δὲ παρὰ τὸ προαισθέσθαι κεκώλυται, τίς ὁ ἐκλαλήσας; οὐχ οὗτος; ὅτε μέντοι τις ἄνευ μερισμοῦ ὑποθετικῷ σχήματι χρήσαιτο, πάντως μὲν ἐρεῖ τι καὶ κατὰ ἀνάγκην ἐφεπόμενον ἕτερον νόημα, οὐ μὴν ὁμοίως ποιήσει περιβολήν· οὐ γὰρ ὡσαύτως ἐμφαίνεται, ὅτι κατʼ ἀνάγκην ἠκολούθησεν, ὥσπερ ἐν τῷδε «εί γὰρ τὸ κωλῦσαι τὴν πόλιν μετὰ κοινοῦ συνεδρίου τῶν Ἑλλήνων ποιήσασθαι τὴν εἰρήνην ἐπεπράκειν ἐγὼ ψιλίππῳ», εἶτα τὸ ἑπόμενον ἐξ ἀνάγκης «σοὶ τὸ μὴ σιγῆσαι λοιπὸν ἦν».