Ancient Greek
292.19
Herodas, Mimiambi 292.19
Unproofread scanNot analysed yet
τήν σευ χολὴν γὰρ ἤθελον κατασβέσσαι. ἕστηκας ἐμβλέπων σύ, κοὐκ ἄγεις αὐτόν ὅκου λέγω σοι; θλῆ, Κύδιλλα, τὸ ῥύγχος τοῦ παντοέρκτεω τοῦδε, καὶ σύ μοι, Δρήχων, ἤδη ’φαμάρτει τῇ σ’ ἂν οὗτος ἡγῆται. δώσεις τι, δούλη, τῷ κατηρήτῳ τούτῳ ῥάκος καλύψαι τὴν ἀνώνυμον κέρκον, ὡς μὴ δι’ ἀγορῆς γυμνὸς ὢν θεωρῆται; τὸ δεύτερόν σοι, Πυρρίη, πάλιν φωνέω, ὅκως ἐρεῖς Ἕρμωνι χιλίας ὧδε, καὶ χιλίας ὧδ’ ἐμβαλεῖν· ἀκήκουκας; ὡς, ἢν τι τούτων ὧν λέγω παραστείξῃς, αὐτὸς σὺ καὶ τἀρχαῖα καὶ τόκους τίσεις. βάδιζε καὶ μὴ παρὰ τὰ Μικκάλης αὐτόν ἄγ’, ἀλλὰ τὴν ἰθεῖαν. οὗ δ’ ἐπεμνήσθην— κάλει, κάλει δραμοῦσα, πρὶν μακρὴν, δούλη, αὐτοὺς γενέσθαι.