Ancient Greek
294.3 to 294.6
Herodas, Mimiambi 294.3-6
Unproofread scanNot analysed yet
Πυρρίης, τάλης, κωφέ, καλεῖ σε. μᾶ, δόξει τις οὐχὶ σύνδουλον αὐτὸν σπαράσσειν ἀλλὰ σημάτων φῶρα· ὁρῇς ὅκως νῦν τοῦτον ἐκ βίης ἕλκεις ἐς τὰς ἀνάγκας, Πυρρίη; σέ, μᾶ, τούτοις τοῖς δύο Κύδιλλ’ ἐπόψεθ’ ἡμερέων πέντε παρ’ Ἀντιδώρῳ τὰς Ἀχαϊκὰς κείνας, ἃς πρῶν ἔθηκας, τοῖς σφυροῖσι τρίβοντα. οὗτος σύ, τοῦτον αὖτις ὧδ’ ἔχων ἧκε δεδεμένον οὕτως ὥσπερ ἐξάγεις αὐτόν Κόσιν τέ μοι κέλευσον ἐλθεῖν τὸν στίκτην ἔχοντα ῥαφίδας καὶ μέλαν. μιῇ δεῖ σε ὁδῷ γενέσθαι ποικίλον. κατηρτήσθω οὕτω κατάμυος ὥσπερ ἡ Δάου τιμή. μή, τατί, ἀλλὰ νῦν μὲν αὐτόν,—οὕτω σοι ζῴη Βατυλλὶς κἠπίδοις μιν ἐλθοῦσαν ἐς ἀνδρὸς οἶκον καὶ τέκν’ ἀγκάλαις ἄραις— ἄφες, παραιτεῦμαί σε· τὴν μίαν ταύτην ἁμαρτίην—