Ancient Greek
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΔΕΥΤΕΡΟΝ., Cap. V.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 1-16
Not analysed yet
Ὁ μὲν οὖν Βοώτης συνανατέλλει τῷ ζῳδιακῷ ἀπὸ τῆς ἀρχῆς τῆς Παρθένου ἕως ζ΄ καὶ κ΄ μοίρας τῆς Παρθένου· μεσουρανεῖ δʼ ἀνατέλλοντος αὐτοῦ τοῦ ζῳδιακοῦ τμῆμα τὸ ἀπὸ Ταύρου ζ΄ καὶ κ΄ μοίρας μέσης ἕως Διδύμων κζ΄ μοίρας. καὶ πρῶτος μὲν ἀστὴρ τοῦ Βοώτου ἀνατέλλει ὁ ἐν τῇ κεφαλῇ, ἔσχατος δὲ ὁ ἐν τῷ δεξιῷ ποδί. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἀρχομένου μὲν ἀνατέλλειν τοῦ Βοώτου ὅ τε ἀριστερὸς ὦμος τοῦ Ὠρίωνος καὶ ὁ ἀριστερὸς πούς, ὡς ἡμιπήχιον προηγού- μενοι τοῦ μεσημβρινοῦ. λήγοντος δὲ αὐτοῦ μεσου- ρανεῖ τοῦ Κυνὸς ὁ ἐπὶ τῶν ἰσχίων λαμπρός. Ἀνατέλλει δὲ ὅλος ὁ Βοώτης ἐν ὥραις ἰσημεριναῖς δυσὶν ὡς ἔγγιστα.