Ancient Greek · ~3 min
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΔΕΥΤΕΡΟΝ., Cap. V.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 2-9
Not analysed yet
Τοῦ δὲ Στεφάνου ἀνατέλλοντος συνανατέλλει μὲν αὐτῷ τοῦ ζῳδιακοῦ τμῆμα τὸ ἀπὸ Παρθένου ζ΄ καὶ κ΄ μοίρας ἕως Χηλῶν ε΄ μοίρας μέσης· μεσουρανεῖ δὲ τὸ ἀπὸ Διδύμων ϛ΄ καὶ κ΄ μοίρας μέσης ἕως Καρκίνου μοίρας ε΄ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει τοῦ Στεφάνου ὁ προηγούμενος τοῦ λαμπροτάτου, ἔσχατος δὲ ὁ βορειότερος τῶν ὡς πρὸς ἀνατολὰς καὶ ἄρκτους κειμένων τοῦ λαμπροτάτου. Μεσουρανεῖ δὲ ἀστὴρ ἐν μὲν τῇ ἀρχῇ τῆς ἀνατολῆς τοῦ Κυνὸς ὁ ἐπὶ τῶν ἰσχίων, ἔσχατον δὲ ὁ προηγού- μενος τῆς τοῦ Ὕδρου κεφαλῆς, ὁ ἐκφανής, ὅς ἐστιν 〈ἐν τοῖς νοτίοις ποσὶ〉 τοῦ Καρκίνου, καὶ τῆς Ἄρκτου ὁ βορειότερος τῶν ἐν τοῖς ἐμπροσθίοις ποσὶ δύο ἀστέρων, ἔγγιστα δὲ καὶ τῶν περὶ τὸ Νεφέλιον τοῦ Καρκίνου κειμένων οἱ πρὸς δύσιν. Ἀνατέλλει δὲ ὁ Στέφανος ἐν δυσὶ μέρεσι μιᾶς ὥρας.