Ancient Greek · ~2 min
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΠΡΩΤΟΝ, Pars prior. Cap. II.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 6-2
Not analysed yet
Ἐπὶ δὲ τοῦ Ἐνγόνασιν ὁ μὲν Εὔδοξός φησι· „παρὰ δὲ τὴν κεφαλὴν τοῦ Ὄφεως ὁ Ἐνγούνασίν „ἐστιν, ὑπὲρ τῆς κεφαλῆς τὸν δεξιὸν πόδα ἔχων. “ὁ δὲ Ἄρατος· μέσσῳ δʼ ἐφύπερθε καρήνῳ δεξιτεροῦ ποδὸς ἄκρον ἔχει σκολιοῖο Δράκοντος. ἐξ οὗ καὶ μάλιστα φανερὸν γίνεται τὸ προκείμενον· παρʼ ἑκατέρῳ γὰρ αὐτῶν ἠγνόηται· τὸν γὰρ ἀριστερὸν ἔχει πόδα ὁ Ἐνγόνασιν ἐπὶ τῆς κεφαλῆς τοῦ Δράκοντος, καὶ οὐ τὸν δεξιόν.