Ancient Greek · ~3 min
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΤΡΙΤΟΝ., Cap. IV.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 10-14
Not analysed yet
Τοῦ δὲ Κριοῦ δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Ἰχθύων μοίρας θ΄ καὶ κ΄ ἕως Κριοῦ μοίρας Ϛ΄ καὶ κ΄· μεσουρανεῖ δὲ ἀπὸ Διδύμων μοίρας θ΄ καὶ κ΄ ἕως Καρκίνου θ΄ καὶ κ΄. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ ἐν τοῖς ἐμπροσθίοις ποσίν, ἔσχατος δὲ ὁ ἑπόμενος τῶν ἐν τῇ οὐρᾷ. Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦ Κυνὸς ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ, ὡς ἡμιπήχιον ὑπολειπό- μενος τοῦ μεσημβρινοῦ, καὶ τοῦ Πηδαλίου ὁ ἐν μέσῃ τῇ νοτίᾳ πλευρᾷ, ἔσχατον δὲ τῆς τε Ἄρκτου ὁ ἡγού- μενος τῶν ἐν τοῖς ὀπισθίοις ποσίν, ὡς ἡμιπήχιον προ- ηγούμενος τοῦ μεσημβρινοῦ, καὶ τοῦ Λέοντος τῶν ἐν τῷ τραχήλῳ καὶ στήθει λαμπρῶν ὁ τρίτος ἀπʼ ἄρκτων, ὡς δύο μέρη πήχεως ὑπολειπόμενος τοῦ μεσημβρινοῦ. Δύνει δὲ ὁ Κριὸς ἐν ὥραις δυσί.