Ancient Greek · ~3 min
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΔΕΥΤΕΡΟΝ., Cap. VI.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 12-10
Not analysed yet
Τοῦ δὲ Ὀϊστοῦ δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Αἰγόκερω μοίρας ζ΄ καὶ κ΄ μέσης ἕως Ὑδροχόου μοίρας β΄ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Κριοῦ μοίρας ιδ΄ ἕως Κριοῦ μοίρας κ΄ μέσης. καὶ πρῶτοι μὲν ἀστέρες δύνουσιν οἱ ἐν τῇ γλυφίδι, ἔσχατος δὲ ὁ ἐν τῇ ἀκίδι. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων πρῶτοι μὲν τοῦ Περσέως ὁ ἐν τῷ δεξιῷ ὤμῳ, καὶ τοῦ Κριοῦ ὁ βορειότερος τῶν ὑπὲρ τὴν οὐρὰν τριῶν ἐπʼ εὐθείας ἀκατονομάστων, καὶ ὁ ἐν τῷ νώτῳ αὐτοῦ, προηγού- μενος τοῦ μεσημβρινοῦ ὡς ἡμιπήχιον, καὶ τοῦ Κήτους ὁ ἡγούμενος τῶν ἐν τῇ νοτίᾳ σιαγόνι τριῶν λαμπρῶν· ἔσχατοι δὲ μεσουρανοῦσι τοῦ Περσέως ὁ ἐν μέσῳ τῷ σώματι λαμπρός, μικρὸν προηγούμενος τοῦ μεσημβρινοῦ, καὶ τοῦ Κήτους ὁ ἑπόμενος τῶν ἐν τῇ νοτίᾳ σιαγόνι, μικρὸν ὑπολειπόμενος τοῦ μεσημβρινοῦ. Δύνει δὲ ὁ Ὀϊστὸς ἐν τρίτῳ μέρει ὥρας.