Ancient Greek
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΔΕΥΤΕΡΟΝ., Cap. VI.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 13-8
Not analysed yet
Τοῦ δὲ Ἀετοῦ δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Αἰγόκερω μοίρας ιζ΄ μέσης ἕως Αἰγόκερω γ΄ καὶ κ΄· μεσουρανεῖ δὲ ἀπὸ Κριοῦ μοίρας β΄ ἕως Κριοῦ μοίρας η΄. καὶ πρῶτοι μὲν ἀστέρες δύνουσιν οἱ ἐν ταῖς πτέρυξι δύο μικροί, ἔσχατος δὲ ὁ βορειό- τερος τῶν ἐν τῷ σώματι τριῶν λαμπρῶν. Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων πρῶτος μὲν τῆς Ἀνδρομέδας ὁ ἐν τῷ ἀριστερῷ ποδί, καὶ τοῦ Κριοῦ ὁ μέσος τῶν ἐν τῇ κεφαλῇ, καὶ τοῦ Κήτους ὁ νοτιώτερος τῶν ἑπομένων ἐν τῷ τετραπλεύρῳ, ἔσχατος δὲ τοῦ Τριγώνου ὁ ἑπόμενος τῶν ἐν τῇ βάσει, προ- ηγούμενος 〈τοῦ μεσημβρινοῦ ὡς ἡμιπήχιον, καὶ τοῦ Κήτους ὁ προηγούμενος〉 τῶν ἐν τῇ βορείᾳ σιαγόνι. Δύνει δὲ ὁ Ἀετὸς ἐν τρίτῳ μέρει ὥρας.