Ancient Greek
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΔΕΥΤΕΡΟΝ., Cap. VI.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 14-7
Not analysed yet
Τοῦ δὲ Δελφῖνος δύνοντος συγκαταδύνει μὲν ὁ ζῳδιακὸς ἀπὸ [τοῦ] Ὑδροχόου μοίρας β΄ ἕως Ὑδροχόου μοίρας η΄ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Κριοῦ κ΄ μέσης ἕως Κριοῦ θ΄ καὶ κ΄. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ ἡγούμενος τῶν ἐν τῇ οὐρᾷ, ἔσχατος δὲ ὁ βορειότερος τῶν ἐν τῇ ἑπομένῃ πλευρᾷ τοῦ ῥόμβου. Μεσουρανοῦσι δὲ τῶν λοιπῶν ἀστέρων πρῶτοι μὲν ὅ τε ἐν μέσῳ τῷ σώματι τοῦ Περσέως λαμπρός, μικρὸν προηγούμενος τοῦ μεσημβρινοῦ, καὶ ὁ ἑπόμενος τῶν ἐν τῇ νοτίᾳ σιαγόνι τοῦ Κήτους, μικρὸν ὑπολειπόμενος τοῦ μεσημβρινοῦ, ἔσχατοι δὲ ὁ ἐν τῷ ἀριστερῷ γόνατι τοῦ Περσέως, καὶ τῆς Πλειάδος τὸ βορειότερον μέρος τῆς ἡγουμένης πλευρᾶς. Δύνει δὲ ὁ Δελφὶς ἐν ἡμιωρίῳ.