Ancient Greek
19 to 21
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 19-6-21
Not analysed yet
Οὐ μόνον δὲ ὁ Ἄρατος καὶ ὁ Εὔδοξος, ἀλλὰ καὶ οἱ λοιποὶ μαθηματικοὶ πάντες σχεδόν, ὅσοι περὶ τοῦ βοώτου λόγον πεποίηνται, ὁμοίως τούτοις ἀπο- πεπλάνηνται νομίζοντες, τέσσαρσι ζῳρδίοις αὐτὸν συγ- καταδύνειν. Ἄτταλος δὲ καὶ περὶ τοῦ τὴν ἀρχὴν τῆς δύσεως αὐτὸν ποιεῖσθαι μὴ τῷ Σκορπίῳ συγκαταφερό- μενον, ὡς ἡμεῖς ἐδείκνυμεν, ἀλλὰ ταῖς Χηλαῖς, ἱκανῶς διαβεβαιοῦται, λέγων τὸν τρόπον τοῦτον· „ἔνιοι γάρ, „οὔτε τοῖς φαινομένοις παρακολουθοῦντές οὔτε τὰ „ὑπὸ τοῦ ποιητοῦ λεγόμενα δυνάμενοι συνεῖναι, δια- ,,φόρους ἀποφάσεις πεποίηνται περὶ αὐτοῦ. καὶ τινὲς „μέν φασιν αὐτὸν τῇ Παρθένῳ πρῶτον ἄρχεσθαι συγ- „καταδύνειν, εἶτα [ἐν] τοῖς ἐφεξῆς τρισὶ ζῳδίοις, ἔνιοι „δὲ ἄρχεσθαι μὲν ἀπὸ τοῦ Σκορπίου, λήγειν δὲ ἐπὶ „τὸν Ὑδροχόον. ὧν τισι καὶ σὺ παρατέτευχας ἐλεγχο-