Ancient Greek · ~3 min
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΔΕΥΤΕΡΟΝ., Cap. V.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 3-7
Not analysed yet
Τοῦ δὲ Ἐνγόνασιν ἀνατέλλοντος συνανατέλλει μὲν ὁ ζῳδιακὸς ἀπὸ Παρθένου μοίρας ια΄ ἕως Σκορπίου μοίρας η΄ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Διδύμων η΄ μέσης ἕως Λέοντος ιδ΄ μοίρας. καὶ πρῶτοι μὲν ἀστέρες τοῦ Ἐνγόνασιν ἀνατέλλουσιν ὅ τε ἐν τῷ δεξιῷ ποδὶ καὶ ὁ ἐν τῷ δεξιῷ γόνατι, ἔσχατος δὲ ὁ ἐν ἄκρᾳ τῇ ἀριστερᾷ χειρί. Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων ἀνατέλλοντος τοῦ Ἐνγόνασιν πρῶτος μὲν τῶν ἐν τοῖς ποσὶ τῶν Διδύμων τεσσάρων ὁ δεύτερος ἀπὸ δύσεως, ἔσχατος δὲ τοῦ Λέοντος ὁ νοτιώτερος τῶν δύο τῶν περὶ τὸν λαμπρὸν τὸν ἐπὶ τῆς ὀσφύος κειμένων. Ἀνατέλλει δὲ ὁ Ἐνγόνασιν ἐν ὥραις τέσσαρσι καὶ τρισὶ πεμπτημορίοις ὡς ἔγγιστα.