Ancient Greek · ~2 min
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΠΡΩΤΟΝ, Cap. IV.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 4-3
Not analysed yet
μέρους τῆς σπείρας ἀμφότεραι ἔκειντο αἱ Ἄρκτοι. ἔτι δὲ ἀγνοεῖ περὶ τοῦ Δράκοντος λέγων οὕτως· λοξὸν δʼ ἐστὶ κάρη, νεύοντι δὲ πάμπαν ἔοικεν ἄκρην εἰς Ἑλίκης οὐρήν, μάλα δʼ ἐστὶ κατʼ ἰθὺ καὶ στόμα καὶ κροτάφοιο τὰ δεξιὰ νειάτῳ οὐρῇ. οὐ γὰρ ὁ δεξιὸς κρόταφος, ἀλλʼ ὁ ἀριστερὸς ἐπʼ εὐθείας ἐστὶ τῇ γλώσσῃ τοῦ Ὄφεως καὶ τῇ ἄκρᾳ οὐρᾷ τῆς