Ancient Greek · ~2 min
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΔΕΥΤΕΡΟΝ., Cap. V.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 4-8
Not analysed yet
Τοῦ δὲ Ὀφιούχου ἀνατέλλοντος συνανατέλλει μὲν ὁ ζῳδιακὸς ἀπὸ Χηλῶν θ΄ καὶ κ΄ μοίρας ἕως Σκορπίου γ΄ καὶ κ΄ μοίρας· μεσουρανεῖ δὲ ἀπὸ Λέοντος γ΄ μοίρας ἕως Παρθένου γ΄. καὶ πρῶτοι μὲν ἀστέρες ἀνατέλλουσι τοῦ Ὀφιούχου οἱ ἐν τῇ ἀριστερᾷ χειρί, ἀλλὰ μὴν καὶ [οἱ] ἐν τῷ Ὄφει κείμενοι, ἔσχατος δὲ τῶν ἐν τῷ δεξιῷ ποδὶ αὐτοῦ τεσσάρων ὁ δεύτερος ἀπὸ δύσεως. Μεσουρανεῖ δὲ ἀστὴρ πρῶτος μὲν [ὁ] τῶν ἐν τῷ τραχήλῳ καὶ στήθει τοῦ Λέοντος λαμπρῶν ὁ δεύτερος ἀπʼ ἄρκτου, ἔσχατος δὲ ὁ ἐν τῇ κεφαλῇ τοῦ Κόρακος. Ἀνατέλλει δὲ ὁ Ὀφιοῦχος ἐν ὥραις δυσί.