Ancient Greek · ~4 min
37 to 40
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 37-40
Not analysed yet
Ἐν μὲν οὖν τοῖς ἄλλοις συμφωνοῦσι τοῖς φαινο- μιένοις. ὁ δὲ Ὀϊστὸς οὐ τῷ Λέοντι ἀντικαταδύνει μόνον, ἀλλὰ καὶ τῷ Καρκίνῳ· ἄρχεται μὲν γὰρ δύνειν ἀνατελλούσης μέσης τῆς ζ΄ καὶ κ΄ μοίρας τοῦ Καρκίνου, λήγει δὲ δύνων ἀνατελλούσης μέσης τῆς β΄ μοίρας τοῦ Λέοντος. ὁ δὲ ἀπὸ τοῦ Ὠρίωνος Ποταμὸς οὐ τῷ Λέοντι ἄρχεται ἀντικαταδύνειν, ὡς οἱ περὶ τὸν Εὔδοξόν φασιν, ἀλλὰ τῇ Παρθένῳ· ὁ γὰρ ἡγούμενος μάλιστα καὶ νοτιώ- τατος τῶν ἐν αὐτῷ, ὃς δὴ καὶ λαμπρότατός ἐστι, δύνει ἀνατελλούσης τῆς ζ΄ μοίρας τῆς Παρθένου. Τῆρ δὲ Ἀργοῦς φησι τὴν πρύμναν μόνον συνανα- τέλλειν τῷ Λέοντι, καὶ αὐτὴν δεδιχοτομημένην κατὰ τὸν ἱστὸν ἀναφέρεσθαι, ἕως ἂν ὅλη ἡ Παρθένος ἀνα- τείλῃ. ὁ μέντοι γε Ἄτταλος οὐ δυνάμενος κρατῆσαι τῆς διανοίας τοῦ ποιητοῦ, ἀλλ᾿ ὑπολαβὼν λέγειν αὐτὸν τῆς Παρθένου μελλούσης ἀνατέλλειν, ὅτι ἡ πρύμνα ἀνατέταλκεν ἕως μέσου τοῦ ἱστοῦ, φησὶ τὸ ,,ἅποσα“