Ancient Greek · ~2 min
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΔΕΥΤΕΡΟΝ., Cap. II.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 41
Not analysed yet
τῷ ἐσχάτῳ στίχῳ κενῶς προσκεῖσθαι. ἐκθέμενος γὰρ τῶν προειρημένων στίχων τοὺς ἐσχάτους [ρ.] ,ἐπιφέρει ταυτί· „ἐν δὲ τούτοις τὸ ‘ἅπασαʼ προσαναπληρώματος „ἔχει τάξιν· εἴτε γὰρ ἐπὶ τὴν Ἀργὼ μεταβιβάσειέ τις „αὐτό, ποιῶν τὸν λόγον τοιοῦτον· ‘ἡ δὲ πᾶσα θέει „γαίης ἱστὸν διχόωσα κατʼ αὐτόν, Παρθένος ἦμος „περαιόθεν ἄρτι γένηταιʼ, ὁμολογουμένως ἀναπληρώ- „ματος ἔχει τάξιν· εἴτ᾿ ἐπὶ τὴν Παρθένον, τὸ αὐτὸ „συμβήσεται, ἐὰν μή τις δέξηται, ὅτι ὅλην φησὶ τὴν