Ancient Greek · ~2 min
42 to 43
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 42-43
Not analysed yet
„Παρθένον ἀνατεταλκέναι· ὅπερ οὐ βούλεται λέγειν· εἰ „γὰρ ἡ Παρθένος ὅλη ἀνατέταλκε, δῆλον ὅτι αἱ Χηλαὶ „πρὸς τῷ ἀνατέλλειν εἰσί· κατὰ δὲ τοῦτον τὸν καιρὸν ,,ὅλην φησὶ τὴν Ἀργὼ ἀνατεταλκέναι, λέγων οὕτως· „οὐδʼ ἂν ἐπερχόμεναι Χηλαί, καὶ λεπτὰ φάουσαι, „ἄφραστοι παρίοιεν, ἐπεὶ μέγα σῆμα, Βοώτης, „ἀθρόος ἀντέλλει βεβολημένος Ἀρκτούροιο· „Ἀργὼ δʼ εὖ μάλα πᾶσα μετήορος ἵσταται ἤδη. “Δοκεῖ οὖν μοι πεπλανῆσθαι ὁ Ἄτταλος, οὐ συνιείς, ὅτι ἐπιθέτως λέγεται ὑπὸ τοῦ ποιητοῦ τὸ „ἱστὸν διχόωσα κατʼ αὐτόν“, καὶ οὐχ, ὅτι „ἀνατέλλει ἕως