Ancient Greek
135.1
Hippiatrica, Hippiatrica Berolinensia 135.1
Unproofread scanNot analysed yet
θεῖον τρίψας |καὶ ἀναξέσας μετὰ ὄξους, κατάρχει τὸν πεπονθότα τόπον. |κεφάλαιον κδ' περὶ παραγωγῆς τραχήλου. Ἀψύρτου. 1 "Ἀψυρτος Ῥοίῳνι Ἀλεξανδρεῖ χαίρειν. ἐγγραφὰς μοι ζητῶν, ποία μεθόδῳ τὴν ἐκπτωσιν τοῦ τραχήλου ἐν τοῖς ἵπποις εἰς τὸ κατὰ φύσιν καταστήσεις. γινώσκειν οὖν σε θέλω, ὅτι οὐκ ἔστιν ἐκβολή, ἀλλὰ παραγωγή. ἐν οἷς τινες ἐπιδέσμοις χρώμενοι διὰ τῶν πλαστίγγων καὶ κειριῶν οὐδὲν ἀγαθὸν ποιοῦσιν. ἡμέτερον δὲ εὕρημα τοῦτο· δεῖ ἐστῶτος τοῦ ἵππου τὸ παρηγμένον μέρος τοῦ τραχήλου καὶ κεκυρτωμένον ἀνῳσασθαι, εἴθ' οὕτως πόρπακας ποιήσαντας μυριχίνους ἐπιτιθέναι τῷ τόπῳ παρὰ βύρσαν, ἀντιπόρπους τρυπῶντας τῷ σχαστηρίῳ. τὸ δὲ ἄμμα ποιεῖν βρόχον τὸν καλούμενον λύγον, καὶ οὕτως συλλαμβάνειν τοὺς πόρπακας καὶ καταδεσμεῖν, καταβρέχειν τε ὄξει καὶ ἐλαίῳ δις τῆς ἡμέρας τὸν τόπον, ἄχρις ἂν ἀποπέσωσιν, καταντλεῖν τε ὕδατι θερμῷ καὶ θεραπεύειν τὰ ἕλκη τῇ λιπαρᾷ, καὶ ἔσται ὑγιῆς. ἔστω δὲ τὸ σφήκωμα λινούν ἢ καννάβινον, τὸ πάχος ἔχον χορδῆς τοξικῆς.