Ancient Greek · ~2 min
Chapter 22
Hippocrates, Coa praesagia 22
Not analysed yet
XXII. 437. Οἷσιν ἡπατικοῖσι πολὺ πτύαλον αἱματῶδες, εἴ τε ἐνυπόσαπρον, εἴ τε χολῶδες ἄκρητον, ὀλέθριον εὐθέως. 438. Ἐφ᾿ ἡπατικῷ τῆξις ἅμα βράγχῳ, κακὸν, ἄλλως τε κἢν ὑποβήσσῃ. 439. Οἱ καθ᾿ ἧπαρ ὀδυνώδεες, καρδιαλγικοὶ, καρώδεες, ῥιγώδεες, κοιλίαι ταραχώδεες, λεπτοὶ, ἀπόσιτοι, ἐφιδροῦντες πολλῷ, πυώδεα κατὰ κοιλίην προΐενται. 440. Τοῖσιν ἧπαρ ἐξαπίνης περιωδυνοῦσι πυρετὸς ἐπιγενόμενος λύει. 441. Ὅσοι δὲ ἀφρῶδες αἷμα πτύουσι, πονέοντες ὑποχόνδριον δεξιὸν, ἀπὸ τοῦ ἥπατος πτύουσι, καὶ θνήσκουσιν. 442. Οἷσιν ἧπαρ καυθεῖσιν οἷον ἀμόργη ἔρχεται, θανάσιμον.