Ancient Greek · ~5 min
Chapter 23
Hippocrates, Coa praesagia 23
Not analysed yet
XXIII. 443. Οἱ δὲ ὕδρωπες οἱ ἐκ τῶν ὀξέων νοσημάτων, ἐπίπονοι γίνονται καὶ ὀλέθριοι· ἄρχονται δὲ οἱ πλεῖστοι μὲν ἀπὸ τῶν κενεώνων, οἱ δὲ καὶ ἀπὸ τοῦ ἥπατος. Τοῖσι μὲν οὖν ἀπὸ τῶν κενεώνων ἀρχομένοισιν οἱ πόδες οἰδέουσι, καὶ διάῤῥοιαι πολυχρόνιοι παρακολουθοῦσιν, οὐ λαπάσσουσαι κοιλίην, οὐδὲ τὰς ὀδύνας λύουσαι τὰς ἐξ ὀσφύος καὶ κενεώνων. Ὅσοι δὲ ἀπὸ τοῦ ἥπατος, βῆξαί τε θυμὸς ἐγγίνεται, καὶ οἱ πόδες οἰδέουσι, καὶ ἡ κοιλίη σκληρὰ διαδίδωσι καὶ πρὸς ἀνάγκην, οἰδήματά, τε περὶ αὐτὴν γίνεται, τὰ μὲν ἐπὶ δεξιὰ, τὰ δ᾿ ἐπ᾿ ἀριστερὰ, καὶ πάλιν καταπαύεται. 444. Ἐπὶ τοῖσι ξηροῖσιν ὑδρωπιώδεσι τὰ στραγγουρικὰ, μοχθηρόν· φλαῦρα δὲ καὶ τὰ μικρὰς ὑποστάσιας ἔχοντα. 445. Τοῖσιν ὑδρωπιώδεσιν ἐπιληπτικὰ ἐπιγενόμενα, ὀλέθριον, ἀλλήλων τε σημεῖον μοχθῃρὸν, καὶ κοιλίας ἐξυγραίνουσιν. 446. Ἐν τοῖσι χολώδεσι κοιλίη ταραχώδης, διαδιδοῦσα σμικρὰ γονώδεα, μυξώδεα, καὶ πόνον περὶ ἦτρον ἐμποιέοντα, καὶ οὖρα οὐκ εὐλύτως ἰόντα, ἐς ὕδρωπα ἀποτελευτᾷ ἐκ τῶν τοιούτων. 447. Ὑδεριῶντι πυρετώδει οὖρον μικρὸν καὶ τεταραγμένον, ὀλέθριον. 448. Ἐπὶ δὲ ὑδέρῳ ἀρχομένῳ διᾴῤῥοια γεγομένη ὑδατώδης, χωρὶς ἀπεψίης, λύει τὸ νόσημα. 449. Τοῖσι ξηροῖσιν, ὑδρωπιώδεσι προσημαίνουσι στρόφοι περὶ τὸ λεπτὰν ἐμπίπτοντες, κακόν. 450. Τὰ ἐξ ὑδρωπικῶν ἐπιληπτικὰ, ὀλέθρια. 451. Ὕδερος πρὸς θεραπείην ἐνδιδοὺς, παλινδρομέων, ἀνέλπιστον. 452. Τοῖσιν ὑδρωπιώδεσι, κατὰ φλέβας ἐς κοιλίην ῥαγέντος τοῦ ὕδατος, λύσις.