Ancient Greek · ~3 min
Chapter 24
Hippocrates, Coa praesagia 24
Not analysed yet
XXIV. 453. Δυσεντερίη ἀκαίρως ἐπιστᾶσα ἀπόστασιν ἐν πλευροῖσιν, ἢ σπλάγχνοισιν, ἢ ἐν ἄρθροισι ποιέει· ἆρα ἡ μὲν χολώδης ἐν ἄρθροισιν, ἡ δὲ αἱματώδης ἐν πλευροῖσιν, ἢ σπλάγχνοισιν; 454. Δυσεντερικοῖσιν ἔμετος χολώδης ἐν ἀρχῇ, κακόν. 455. Οἷσιν ἐκ δυσεντερίης ὀξείης ἐς πυώδεα ἥκει τὸ ὑγρὸν, τὸ ἐφιστάμενον ἔκλευκον ἔσται καὶ πολύ. 456. Τὰ δυσεντεριώδεα, ὑπέρυθρα, ἰλυώδεα, λάβρα διαχρωρήματα, ἐπὶ φλογώδεσιν ἐξερύθροισι χρώμασι λυόμενα, ἐλπὶς ἐκμανῆναι. 457. Δυσεντερίη σπληνώδεσι μὴ μακρὴ. χρήσιμον, μακρὴ δὲ, πονηρόν· ληγούσης γὰρ, εἰ ὕδρωπες ἢ λειεντερίαι γίνονται, θανάσιμον. 458. Ἐν λειεντερικοῖσι μετὰ θηρίων, ὀδύναι στρόφῳ λυόμεναι τὰ περὶ ἄρθρα μετεωρίζουσιν· ἐκ τοιούτων λέπια ἐξέρυθρα, φλυκταινούμενα· ἐφιδρώσαντες οὗτοι διαφοινίσσονται οἷα μάστιξιν. 459. Οἱ ἐν λειεντεριώδεσι μακροῖσιν ἅμα θηρίοισι στροφώδεες, ὀδυνώδεες, λυομένων, ἐποιδέουσι· τὸ ἐπιῤῥιγοῦν τούτοισι κακόν. 460. Λειεντερικὰ μετὰ δυσπνοίης, καὶ πλευροῦ [εἴ] τι κνήσει, ἐς φθίσιν ἀποτελευτᾷ. 461. Εἰλεώδεσιν ἔμετος καὶ κώφωσις, κακόν.