Ancient Greek · ~2 min
ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ ΕΛΕΓΧΟΥ ΒΙΒΛΟΣ Δ>, Chapter 17
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 17
Not analysed yet
Ἐν Διδύμοις τύπος· προσώπῳ κοκκίνῳ, μεγέθει οὐ λίαν μεγάλῳ, μέρεσιν ἴσοις. ὀφθαλμοῖς μέλασιν ὡς ἠλειμμένοις, μήλοις κάτω τεταμένοις, στόματι παχεῖ, ὀφρύσι συντεθειμέναις· συγκρατοῦσι, πάντα ἔχουσιν, ἔσχατα πλούσιοι, σκνιφοί, φειδωλοὶ ἐκ τοῦ ἰδίου, δαψιλεῖς πρὸς τὰ ἀφροδισιακά, ἐπιεικεῖς, μουσικοί πρὸς τὰ ἀφροδισιακά], ψεῦσται· οἱ αὐτοὶ δὲ φύσεως· δεδιδαγμένοι, νοοῦντες, περίεργοι, ἰδίᾳ ἀποφάσει, ἐπιθυμητικοί, φειδωλοὶ ἐκ τοῦ ἰδίου. δαψιλεῖς] ἥσυχοι, φρόνιμοι, δόλιοι, πολλὰ βουλεύονται, ψηφισταί, κατήγοροι, <ἀ> οὐκ εὐτυχεῖς, ἀπὸ γυναικῶν φιλοῦνται, ἔμποροι, εἰς φιλίαν οὐκ ἐπὶ πολὺ ὠφέλιμοι.