Ancient Greek · ~1 min
ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ ΕΛΕΓΧΟΥ ΒΙΒΛΟΣ Δ>, Chapter 18
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 18-2
Not analysed yet
Ἐν Καρκίνῳ τύπος· μεγέθει οὐ μεγάλῳ, τριχὶ ὥσπερ †κυνία, χρώματι ὑποπύρρῳ, στόματι ὀλίγῳ κεφαλῇ στρογγύλῃ, μετώπῳ ὀξεῖ, ὀφθαλμοῖς ὑπογλαύκοις, ἱκανῶς καλοῖς, μέλεσιν ὑποποικίλοις. οἱ αὐτοὶ φύσεως· κακοί, δόλιοι, βουλαῖς ἀπηρτισμένοι, ἄπληστοι, φειδωλοί, ἀχάριστοι, ἀνελεύθεροι, ἀνωφελεῖς, ἀμνήμονες, οὔτε ἀποδιδόασιν ἀλλότριον οὔτε ἀπαιτοῦσιν ἴδιον, εἰς φιλίαν ὠφέλιμοι.