Ancient Greek · ~2 min
Section 20
Hyperides, Κατ᾽ Ἀθηνογένους 20
Not analysed yet
ὁ δὲ τοιοῦτος αὐτοῦ λόγος, ὦ ἄνδρες δικαςταί, οὐκ ἀπολόγημά ἐστιν, ἀλλʼ ὁμολόγημα ὡς οὐ δεῖ με τὰ χρέα διαλύειν. ὅταν γὰρ φῇ μὴ εἰδέναι ἅπαντα τὰ ὀφειλόμενα, οὐκ ἔστιν αὐτῷ δήπου τόδʼ εἰπεῖν ὡς προεῖπέ μοι περὶ τῶν χρεῶν· ὅσα δʼ οὐκ ἤκουσα παρὰ τοῦ πωλοῦντος ταῦτα οὐ δίκαιός εἰμι διαλύειν. ὅτι μὲν οὖν ᾔδεις, ὦ Ἀθηνόγενες, ὀφείλοντα Μίδαν τὰ χρήματα ταῦτα οἶμαι πᾶσιν εἶναι δῆλον ἐξ ἄλλων τε πολλῶν καὶ ἐκ τοῦ αἰτεῖν σε τὸν Νίκωνα ὑπὲρ ἐμοῦ ἐγγυητήν, εἰ τὰ χρέα ὄντα ἱκανὸν νο. οὐ μὲν δὴ ἐγὼ τῷ λόγωι σοῦ τούτῳ