Ancient Greek · ~2 min
Fragment 6
Iamblichus Alchemista, Fragmenta alchemica 6
Not analysed yet
Λαβὼν οὖν τούτου τοῦ χρυσοῦ γράμμα α', καὶ ἀργύρου πρωτείου ἀραιωθέντος γράμματα γ', χώνευε καὶ ποίει πέταλα, καὶ χρίσον τοῦ σιδήρου τοῦ ἐκ τῆς ἑβραϊκῆς πράξεως γράμματα β' ἄνω καὶ κάτω, καὶ γίνεται ὡς χρυσὸς μέλας· καὶ πάλιν χώνευσον· τοῦτο ποίει ἐκ τρίτου, καὶ εὑρίσκεις χρυσὸν παροικονούμενον, καὶ βαλεῖς τῆς ἀληθείας γ° α', καὶ τοῦ σώματος μαγνησίας̣ γ° α', καὶ ἔσται εὑρύζον.