Ancient Greek · ~4 min
Fragment 7
Iamblichus Alchemista, Fragmenta alchemica 7
Not analysed yet
ΧΡΥΣΟΥ ΔΙΠΛΩΣΙΣ. —Νεφέλην ζέσον ἐλαίῳ ῥεφανίνῳ· εἶτα πῆξον καὶ λείωσον ἐν ὄξει καὶ στυπτηρίαν σχιστὴν, καὶ ἁλὶ ἐπὶ ἡμέρας ζ'· καὶ γλυκάνας, ξήρανον, καὶ ἔχε. Καὶ λαβὼν κιννάβαριν, κινναβάρισον ἐλαίῳ ῥεφανίνῳ· εἶτα πῆξον εἰς ληκύνθη, καὶ ἀσφαλισάμενος, θὲς ἐν χώστρᾳ ὥρας ϛ'· καὶ πλύνας, βάλε εἰς θυείαν καὶ στυπτηρίαν, καὶ ἅλας, καὶ τρίβε ἐπὶ ἡμέρας ζ'· καὶ ἀποπλύνας ὕδατι, γλύκιζε, ξήρανον, καὶ ἔχε. Καὶ λαβὼν χρυσοκόλλαν, οἰκονόμει οὔρῳ δαμάλεως ἐπὶ ἡμέρας ζ'. Εἶτα πυρὶ κατάβαπτε εἰς ἔλαιον ῥεφάνινον ἡμέρας ζ' ἢ η'. Ζέννυε ἐλαίῳ ῥεφανίνῳ, καὶ ἔχε. Εἶτα λαβὼν μυσίδην, οἰκονόμει οὔρῳ ἀφθόρου ἐπὶ ἡμέρας ζ' ἢ καὶ πλείονας, ξηράνας, ἔχε. Εἶτα λαβὼν ἀρσενίκην, λείε καὶ βρέχε ὄξει πάλιν ἡμέρας ζ'· καὶ ζέννυε τὸν ζωμὸν ἐν ᾧ ἐβράχη (f. 268 r.) ἐπὶ πολύ. Εἶτα πλύνας καὶ ἀποσειρώσας αὐτῆς τὴν ἀχλὺν, ξήρανον. Εἶτα λαβὼν οὖρον βοὸς μεῖναν ἡμέρας ζ', καὶ πλύνας, ξήρανον, καὶ ἔχε. Εἶτα λαβών χαλκάνθου μέρος α', καὶ θείου ἀπύρου μέρος α', συνλείου καὶ ὄπτα ἐν χώστρᾳ ἢ ἐν ληκυθίῳ ἡμέραν γ', καὶ ἔχε.