Ancient Greek
Fragment 8
Iamblichus Alchemista, Fragmenta alchemica 8
Not analysed yet
Εἶθ᾽ οὕτως ποίησον μίξιν τῶν εἰδῶν ἢ τῆς νεφέλης γ° α', κινναδάρεως γ° α', χρυσοκόλλης γ° γ° β', μίσεως δρ. ϛ' γράμμα α'· τρίβε ὁμοῦ μετὰ ὄξους ὀλίγου, ποίει πηλῶδες, καὶ ὄπτα ἐν κλιβάνῳ ἕως διάπυρον γένηται τὸ ἄγγος ἐπὶ πολύ· καὶ τούτῳ τῷ ὀπτηθέντι μίξον ἀρσενικὴν δρ. β', σανδαράχην δρ. β', κόμμεως δρ. β'. Ὁμοῦ λύε ὕδατι θείῳ τῷ διὰ οὔρου ἡμέρας ζ', καὶ ποίει γλοιῶδες τοῦτο· χρῶ· καὶ τούτῳ χρίε τὰ πέταλα, καὶ ἀλλαγήσεται.