Ancient Greek · ~3 min
ΙΖ.
Iamblichus, περὶ τοῦ Πυθαγορικοῦ βίου λόγος 76
Not analysed yet
διαλογίζεσθαι δὲ καλόν, ὅσον χρόνω μᾶκος ἐκμεμετρήκαμες ἀπορρυπτόμενοι (σπίλως) τὼς ἐν τοῖς στάθεσιν ἁμῶν ἐγκεκολαμμένως, ἕως ποκὰ διελθόντων (πέντε) ἐτέων ἐγενόμεθα δεκτικοὶ τῶν τήνω λόγων. καθάπερ γὰρ τοὶ βαφεῖς προεκκαθάραντες ἔστυψαν τὰ βάψιμα τῶν ἱματίων, ὅπως ἀνέκπλυτον τὰν βαφὰν ἀναπίωντι καὶ μηδέποκα γενησουμέναν ἐξίταλον, τὸν αὐτὸν τρόπον καὶ ὁ δαιμόνιος ἀνὴρ προπαρεσκεύαζε τὰς ψυχὰς τῶν φιλοσοφίας ἐρασθέντων, ὅπως μὴ διαψευσθῇ περί τινα τῶν ἐλπισθέντων ἐσεῖσθαι καλῶν τε κἀγαθῶν. οὐ γὰρ κιβδήλως ἐνεπορεύετο λόγως, οὐδὲ πάγας ταῖς τοὶ πολλοὶ τῶν σοφιστᾶν τὼς νέως ἐμπλέκοντι ποτ’ οὐδὲν κράγυον σχολάζοντες, ἀλλὰ θείων καὶ ἀνθρωπίνων πραγμάτων ἦς ἐπιστάμῶν. τοὶ δὲ πρόσχημα ποιησάμενοι τὰν τήνω διδασκαλίαν πολλὰ καὶ δεινὰ δρῶντι, σαγηνεύοντες οὐ κατὰ κόσμον οὐδ’ ὡς ἔτυχε τὼς νέως.