Ancient Greek · ~1 min
Section 34
Isaeus, Περὶ τοῦ Δικαιογένους κλήρου 34
Not analysed yet
Μάρτυρες οὔκουν δεινὸν εἰ δεήσεται ὑμῶν, ὦ ἄνδρες, Λεωχάρης ἀποψηφίσασθαι ἃ Διοπείθης κηδεστὴς ὢν αὐτοῦ κατεψηφίσατο; ἢ ὑμῖν πῶς καλὸν ἀπογνῶναι Λεωχάρους ἅ γε οὐδʼ οἱ προσήκοντες αὐτοῦ ἀπέγνωσαν; δέομαι οὖν ὑμῶν καταψηφίσασθαι Λεωχάρους, ἵνʼ ἃ ἡμῖν οἱ πρόγονοι κατέλιπον κομισώμεθα, καὶ μὴ μόνον τὰ ὀνόματα αὐτῶν ἔχωμεν ἀλλὰ καὶ τὰ χρήματα. τῶν δὲ Λεωχάρους ἰδίων οὐκ ἐπιθυμοῦμεν.