Ancient Greek · ~2 min
Section 35
Isaeus, Περὶ τοῦ Δικαιογένους κλήρου 35
Not analysed yet
Δικαιογενην γάρ, ὦ ἄνδρες, οὔτʼ ἐλεεῖν ἐστε δίκαιοι 〈ὡς〉 κακῶς πράττοντα καὶ πενόμενον, οὔτʼ εὖ ποιεῖν ὡς ἀγαθόν τι εἰργασμένον τὴν πόλιν· οὐδέτερα γὰρ αὐτῷ τούτων ὑπάρχει, ὡς ἐγὼ ἀποφανῶ, ὦ ἄνδρες. ἅμα δὲ καὶ πλούσιον καὶ πονηρότατον αὐτὸν ὄντα ἀνθρώπων ἀποδείξω καὶ εἰς τὴν πόλιν καὶ εἰς τοὺς προσήκοντας καὶ εἰς τοὺς φίλους. οὗτος γὰρ παραλαβὼν τὸν κλῆρον παρʼ ὑμῶν φέροντα μίσθωσιν τοῦ ἐνιαυτοῦ ὀγδοήκοντα μνᾶς, καρπωσάμενος αὐτὸν δέκα ἔτη οὔτε ἀργύριον ὁμολογεῖ κεκτῆσθαι οὔτε ὅποι ἀνήλωσεν ἔχοι ἂν ἐπιδεῖξαι, ὦ ἄνδρες.