Ancient Greek · ~1 min
Section 36
Isaeus, Περὶ τοῦ Δικαιογένους κλήρου 36
Not analysed yet
ἄξιον δὲ καὶ ὑμῖν λογίσασθαι. οὗτος γὰρ τῇ μὲν φυλῇ εἰς Διονύσια χορηγήσας τέταρτος ἐγένετο, τραγῳδοῖς δὲ καὶ πυρριχισταῖς ὕστατος· ταύτας δὲ μόνας ἀναγκασθεὶς 〈τὰς〉 λῃτουργίας λειτουργῆσαι ἀπὸ τοσαύτης προσόδου οὕτω καλῶς ἐχορήγησεν. ἀλλὰ μὴν τριηράρχων τοσούτων κατασταθέντων οὔτʼ αὐτὸς ἐτριηράρχησεν οὔθʼ ἑτέρῳ συμβέβληται ἐν τοιούτοις καιροῖς, ἀλλʼ ἕτεροι μὲν οὐσίαν κεκτημένοι ἐλάττω ἢ οὗτος μίσθωσιν λαμβάνει τριηραρχοῦσι.