Ancient Greek
Dfhg-Source dfhg1_ISTER
ISTER, Fragmenta 11
Not analysed yet
Κρήνη ἐν ἀκροπόλει ἡ Κλεψύδρα, ἧς Ἴστρος ἐν τῇ ιβ' μέμνηται, τὰ παρὰ τοῖς συγγραφεῦσιν ἀναλεγόμενος· οὕτως δὲ ὠνόμασται, ἐπειδὴ ἀρχομένων τῶν ἐτησίων πληροῦται, παυομένων δὲ λήγει, ὁμοίως τῷ Νείλῳ, ὥσπερ καὶ τὴν ἐν Δήλῳ κρήνην. Εἰς ταύτην δέ φησιν ᾑματωμένην φιάλην πεσοῦσαν ὀφθῆναι ἐν τῷ φαληρικῷ, ἀπέχοντι σταδίους εἴκοσι· φασὶ δὲ αὐτὴν ἀπέραντον βάθος ἔχειν, τὸ δὲ ὕδωρ ἁλμυρόν.