Ancient Greek · ~2 min
7 to 10
ISTER, Fragmenta 7-10
Not analysed yet
Παναθήναια. . . . Ἤγαγε δὲ τὴν ἑορτὴν πρῶτος Ἐριχθόνιος ὁ Ἡφαίστου. . . . Πρὸ τούτου Ἀθήναια ἐκαλεῖτο, ὡς δεδήλωκεν Ἴστρος ἐν τρίτῃ τῶν Ἀττικῶν. Ταυροπόλον, τὴν Ἄρτεμιν, ὅτι ὡς ταῦρος περίεισι πάντα, ὡς Ἀπολλόδωρος· Ἴστρος δ ̓ ἐν τρίτῳ ἀτάκτων, ὅτι τὸν ὑπὸ Ποσειδῶνος ἐπιπεμφθέντα Ἱππολύτῳ ταῦρον ἐξῴστρησεν ἐπὶ πᾶσαν γῆν. Ἴστρος ἐν τῇ τετάρτῃ μητέρα τῶν Εὐμενίδων Εὐωνύμην ἀναγράφει, ἣν νομίζεσθαι Γῆν. Ὁμολώϊος Ζεύς. Ἴστρος ἐν τῇ δωδεκάτῃ τῆς Συναγωγῆς, διὰ τὸ παρ ̓ Αἰολεῦσι τὸ ὁμονοητικὸν καὶ εἰρηνικὸν ὅμολον λέγεσθαι. Ἔστι δὲ καὶ Δημήτηρ Ὁμολωἶα ἐν Θήβαις.