Ancient Greek · ~5 min
12 to 17
ISTER, Fragmenta 12-17
Not analysed yet
Ἴδιον δέ τινα καὶ παρηλλαγμένον ὅλως λόγον ὁ Ἴστρος ἐν τῇ τρισκαιδεκάτῃ τῶν Ἀττικῶν ἀναφέρει περὶ Αἴθρας, ὡς ἐνίων λεγόντων Ἀλέξανδρον μὲν, τὸν ἐν Θεσσαλίᾳ Πάριν, ὑπ ̓ Ἀχιλλέως καὶ Πατρόκλου μάχῃ κρατηθῆναι παρὰ τὸν Σπερχειὸν, Ἕκτορα δὲ τὴν Τροιζηνίων πόλιν λαβόντα διαρπάσαι, καὶ τὴν Αἴθραν ἀπάγειν ἐκεῖ καταλειφθεῖσαν. Ἀλλὰ τοῦτο μὲν ἔχει πολλὴν ἀλογίαν. Ὀσχοφόροι. . . . Ὁ δὲ Ἴστρος ἐν τῇ ιγ' περὶ Θησέως λέγων γράφει οὕτως· «Ἕνεκα τῆς κοινῆς σωτηρίας υομίσαι τοὺς καλουμένους ὀσχοφόρους καταλέγειν δύο τῶν γένει καὶ πλούτῳ προὐχόντων.» Θησεὺς Ἑλένην ἁρπάσας, ἑξῆς καὶ Ἀριάδνην ἥρπασεν. Ἴστρος γοῦν ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τῶν Ἀττικῶν καταλέγων τὰς τοῦ Θησέως γενομένας γυναικὰς, φησὶ τὰς δ ̓ ἐξ ἁρπαγῆς, ἄλλας δ ̓ ἐκ νομίμων γάμων· ἐξ ἀρπαγῆς μὲν Ἑλένην, Ἀριάδνην, Ἱππολύτην καὶ τὰς Κερκυόνος καὶ Σίνιδος θυγατέρας· νομίμως δ ̓ αὐτὸν γῆμαι Μελίβοιαν, τὴν Αἴαντος μητέρα. Θεὸς ἡ Ἀναίδεια. Ἐτιμᾶτο δὲ καὶ Ἀθήνησιν ἡ Ἀναίδεια, καὶ ἱερὸν ἦν αὐτῆς, ὡς Ἴστρος ἐν ιδ'. Τραπεζοφόρος. Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας ὅτι ἱερωσύνης ὄνομά ἐστιν ἡ τραπεζοφόρος· ὅτι αὐτή τε καὶ ἡ κοσμὼ συνδιέπουσι πάντα τῇ τῆς Ἀθηνᾶς ἱερείᾳ, αὐτός τε ὁ ῥήτωρ ἐν τῷ αὐτῷ λόγῳ δεδήλωκε καὶ Ἴστρος ἐν ἕκτῃ καὶ δεκάτη (Bekk. ιγʹ) τῶν Ἀττικῶν συναγωγῶν. Τῇ Ἔρσῃ πομπεύουσι, τῇ Κέκροπος θυγατρὶ, ὡς ἱστορεῖ Ἴστρος.